Τετάρτη, 1 Μαρτίου 2017

ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΑΓΓΕΛΟΝ

 
ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΑΓΓΕΛΟΝ ΤΟΝ ΦΥΛΑΚΑ
ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΖΩΗΣ.
Ώ ΑΓΓΕΛΕ ΘΕΟΥ, Ό ΠΑΡΑΣΤΩΣ ΑΜΕΣΩΣ ΤΗ
ΑΓΙΑ ΤΡΙΑΔΙ,ΜΗ ΠΑΥΣΗ ΙΚΕΤΕΥΩΝ, ΥΠΕΡ ΕΜΑΣ ΤΟΥΣ ΔΟΥΛΟΥΣ ΣΟΥ.
ΑΓΙΕ ΑΓΓΕΛΕ, Ο ΕΦΕΣΤΩΣ ΤΗΣ ΑΘΛΙΑΣ ΜΟΥ ΨΥΧΗΣ
ΚΑΙ ΤΑΛΑΙΠΩΡΟΥ ΜΟΥ ΖΩΗΣ, ΜΗ ΕΓΚΑΤΑΛΙΠΗΣ ΜΕ ΤΟΝ
ΑΜΑΡΤΩΛΟΝ, ΜΗΔΕ ΑΠΟΣΤΗΣ ΑΠ'ΕΜΟΥ ΔΙΑ ΤΗΝ
ΑΚΡΑΣΙΑΝ ΜΟΥ'ΜΗ ΔΩΗΣ ΧΩΡΑΝ ΤΩ ΠΟΝΗΡΩ ΔΑΙΜΟΝΙ
ΚΑΤΑΚΥΡΙΕΥΣΑΙ ΜΟΥ ΤΗ ΚΑΤΑΔΥΝΑΣΤΕΙΑ ΤΟΥ ΘΝΗΤΟΥ ΤΟΥΤΟΥ ΣΩΜΑΤΟΣ'ΚΡΑΤΗΣΟΝ ΤΗΣ ΑΘΛΙΑΣ ΚΑΙ ΠΑΡΕΙΜΕΝΗΣ ΧΕΙΡΟΣ ΜΟΥ, ΚΑΙ ΟΔΗΓΗΣΟΝ ΜΕ ΕΙΣ ΟΔΟΝ ΣΩΤΗΡΙΑΣ. ΝΑΙ, ΑΓΙΕ ΑΓΓΕΛΕ ΤΟΥ ΘΕΟΥ,
Ό ΦΥΛΑΞ ΚΑΙ ΣΚΕΠΑΣΤΗΣ ΤΗΣ ΑΘΛΙΑΣ ΜΟΥ ΨΥΧΗΣ
ΚΑΙ ΤΟΥ ΣΩΜΑΤΟΣ, ΠΑΝΤΑ ΜΟΙ ΣΥΓΧΩΡΗΣΟΝ, ΟΣΑ ΣΟΙ
ΕΘΛΙΨΑ ΠΑΣΑΣ ΤΑΣ ΗΜΕΡΑΣ ΤΗΣ ΖΩΗΣ Υ,ΚΑΙ ΕΙ ΤΙ
ΗΜΑΡΤΟΝ ΤΗΝ ΣΗΜΕΡΟΝ ΗΜΕΡΑΝ'ΣΚΕΠΑΣΟΝ ΜΕ
ΕΝ ΤΗ ΠΑΡΟΥΣΗ ΝΥΚΤΙ ΚΑΙ ΔΙΑΦΥΛΑΞΟΝ ΜΕ ΑΠΟ
ΠΑΣΗΣ ΕΠΗΡΕΙΑΣ ΤΟΥ ΑΝΤΙΚΕΙΜΕΝΟΥ, ΊΝΑ ΜΗ ΈΝ ΤΙΝΙ
ΑΜΑΡΤΗΜΑΤΙ ΠΑΡΟΡΓΙΣΩ ΤΟΝ ΘΕΟΝ'ΚΑΙ ΠΡΕΣΒΕΥΕ
ΥΠΕΡ ΕΜΟΥ ΠΡΟΣ ΤΟΝ ΚΥΡΙΟΝ ΤΟΥ ΕΠΙΣΤΗΡΙΞΑΙ ΜΕ
ΈΝ ΤΩ ΦΟΒΩ ΑΥΤΟΥ ΚΑΙ ΑΞΙΟΝ ΑΝΑΔΕΙΞΑΙ ΜΕ ΔΟΥΛΟΝ
ΤΗΣ ΑΥΤΟΥ ΑΓΑΘΟΤΗΤΟΣ. ΑΜΗΝ.